Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα· Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη, πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη, Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων, φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον. Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης· Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι. τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης. ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ. Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο, ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,