<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="483">δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον,</l><l n="484">ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης,</l><l n="485">ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων,</l><pb n="133"/><l n="486">ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης.</l><l n="487">Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο</l><l n="488">Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός,</l><l n="489">τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν</l><l n="490">ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης.</l><l n="491">Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται.</l><l n="492">Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ</l><l n="493">νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων</l><l n="494">καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο.</l><l n="495">Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται,</l><l n="496">νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων</l><pb n="134"/><l n="497">δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει.</l><l n="498">Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται,</l></div></body></text></TEI>