<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="467">Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·</l><l n="468">ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·</l><l n="469">ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.</l><pb n="132"/><l n="470">Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο</l><l n="471">εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς,  αὐτὰρ ἐπʼ ἄρκτους</l><l n="472">ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα. </l><l n="473">Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,</l><l n="474">στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα</l><l n="475">συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,</l><l n="476">Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.</l><l n="477">Πρὸς δὲ νότον Λιβυκός  τε πόρος καὶ Σύρτιδος ἀρχὴ</l><l n="478">τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,</l><l n="479">ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,</l><l n="480">Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.</l><l n="481">Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης</l><l n="482">εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,</l></div></body></text></TEI>