Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων · ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα· ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε. Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα. Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος, στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν, Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ. Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας, ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι, Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι. Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν,