<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="451">ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,</l><l n="452">νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.</l><l n="453">Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,</l><l n="454">ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·</l><l n="455">καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων</l><l n="456">κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.</l><pb n="131"/><l n="457">Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,</l><l n="458">Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,</l><l n="459">ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·</l><l n="460">ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.</l><l n="461">Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,</l><l n="462">Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,</l><l n="463">Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,</l><l n="464">κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.</l><l n="465">Ἑπτὰ δέ οἱ ταί γ᾿  εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,</l><l n="466">οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.</l><l n="467">Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων ·</l><l n="468">ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα·</l><l n="469">ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε.</l><pb n="132"/><l n="470">Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο</l><l n="471">εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς,  αὐτὰρ ἐπʼ ἄρκτους</l><l n="472">ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα. </l><l n="473">Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος,</l><l n="474">στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα</l><l n="475">συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν,</l><l n="476">Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ.</l><l n="477">Πρὸς δὲ νότον Λιβυκός  τε πόρος καὶ Σύρτιδος ἀρχὴ</l><l n="478">τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας,</l><l n="479">ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι,</l><l n="480">Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι.</l></div></body></text></TEI>