<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="451">ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,</l><l n="452">νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.</l><l n="453">Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,</l><l n="454">ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·</l><l n="455">καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων</l><l n="456">κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.</l><pb n="131"/><l n="457">Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,</l><l n="458">Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,</l><l n="459">ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·</l><l n="460">ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.</l><l n="461">Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι,</l><l n="462">Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος,</l><l n="463">Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα,</l><l n="464">κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε.</l><l n="465">Ἑπτὰ δέ οἱ ταί γ᾿  εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί,</l><l n="466">οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.</l></div></body></text></TEI>