ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι, νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο. Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν, ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα· καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα. Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος, Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος, ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν· ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη. Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι, Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος, Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα, κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε. Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί, οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον.