ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν. Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας, τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο, ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν. Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα· Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες. Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται. Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου, ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης, Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα. Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων, Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει. Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός, ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι, νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων, ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς, ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης. Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα, νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι. Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων