<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="419">ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.</l><l n="420">Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,</l><l n="421">ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς</l><l n="422">ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν.</l><l n="423">Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,</l><l n="424">τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,</l><l n="425">ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν.</l><l n="426">Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα·</l><l n="427">Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες.</l><l n="428">Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου</l><l n="429">Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο</l><l n="430">Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται.</l><l n="431">Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου,</l><l n="432">ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου</l><pb n="130"/><l n="433">σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης,</l><l n="434">Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων</l></div></body></text></TEI>