ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα. Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι, ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν. Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας, τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο, ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν. Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα· Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες. Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται. Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου, ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης, Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων