<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="403">Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,</l><l n="404">εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.</l><l n="405">Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς</l><l n="406">πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων·</l><l n="407">φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,</l><l n="408">κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.</l><l n="409">Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης,</l><l n="410">ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,</l><l n="411">σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,</l><l n="412">οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα·</l><l n="413">ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.</l><l n="414">Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν </l><l n="415">Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν  Ἐρυμάνθου, </l><l n="416">ἔνθα Μέλας, ὅθι  Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων,</l><pb n="129"/><l n="417">ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.</l><l n="418">Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,</l></div></body></text></TEI>