Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ, εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ. Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων· φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος, κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα. Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης, ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο, οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα· ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει. Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου, ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων. Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,