<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="391">τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει</l><l n="392">κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,</l><l n="393">ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.</l><l n="394">Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν</l><l n="395">κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,</l><l n="396">αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον</l><l n="397">γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.</l><l n="398">Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·</l><l n="399">Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,</l><l n="400">πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,</l><l n="401">Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,</l><l n="402">ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν,</l><pb n="128"/><l n="403">Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ,</l><l n="404">εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ.</l><l n="405">Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς</l><l n="406">πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων·</l><l n="407">φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος,</l><l n="408">κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα.</l><l n="409">Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης,</l><l n="410">ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει,</l><l n="411">σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο,</l><l n="412">οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα·</l><l n="413">ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει.</l><l n="414">Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν </l><l n="415">Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν  Ἐρυμάνθου, </l><l n="416">ἔνθα Μέλας, ὅθι  Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων,</l><pb n="129"/><l n="417">ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.</l><l n="418">Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων,</l><l n="419">ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα.</l><l n="420">Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,</l></div></body></text></TEI>