τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο, ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο. Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι, αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο. Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω· Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή, πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ, Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη, ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν, Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ, εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ. Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων· φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος, κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα. Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης, ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο, οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα· ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει. Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου, ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων. Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων, ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα. Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι,