<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="387">Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,</l><pb n="127"/><l n="388">Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,</l><l n="389">οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.</l><l n="390">Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,</l><l n="391">τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει</l><l n="392">κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο,</l><l n="393">ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο.</l><l n="394">Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν</l><l n="395">κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι,</l><l n="396">αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον</l><l n="397">γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο.</l><l n="398">Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω·</l><l n="399">Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή,</l><l n="400">πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,</l><l n="401">Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη,</l><l n="402">ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν,</l></div></body></text></TEI>