<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="371">ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.</l><l n="372">Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,</l><l n="373">δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,</l><l n="374">μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.</l><l n="375">Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι</l><l n="376">καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,</l><l n="377">ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.</l><l n="378">Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,</l><l n="379">φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο </l><l n="380">παραλίης Ὑρίου,  τόθι σύρεται  Ἀδριὰς ἃλμη</l><pb n="126"/><l n="381">πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται</l><l n="382">ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.</l><l n="383">Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.</l><l n="384">Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,</l><l n="385"> θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν</l><l n="386">Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ</l></div></body></text></TEI>