<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="361">φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·</l><l n="362">ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,</l><l n="363">τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.</l><l n="364">Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·</l><l n="365">τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν</l><l n="366">ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,</l><l n="367">τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.</l><l n="368">Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων</l><l n="369">ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,</l><l n="370">ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,</l><l n="371">ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.</l><l n="372">Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,</l><l n="373">δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,</l><l n="374">μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.</l><l n="375">Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι</l><l n="376">καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,</l><l n="377">ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.</l><l n="378">Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,</l><l n="379">φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο </l><l n="380">παραλίης Ὑρίου,  τόθι σύρεται  Ἀδριὰς ἃλμη</l><pb n="126"/><l n="381">πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται</l><l n="382">ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου.</l><l n="383">Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν.</l><l n="384">Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην,</l><l n="385"> θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν</l><l n="386">Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ</l><l n="387">Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα,</l><pb n="127"/><l n="388">Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης,</l><l n="389">οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν.</l><l n="390">Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,</l></div></body></text></TEI>