φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο· ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι, τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην. Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη· τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς, τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος. Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος, ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν, ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης. Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο, δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας, μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν. Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει, ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης. Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης, φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου. Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν. Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην, θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα, Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης, οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν. Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον,