<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="355">Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,</l><l n="356">μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.</l><l n="357">Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον</l><l n="358">ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,</l><l n="359">Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.</l><l n="360">Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,</l><pb n="125"/><l n="361">φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·</l><l n="362">ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,</l><l n="363">τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.</l><l n="364">Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·</l><l n="365">τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν</l><l n="366">ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,</l><l n="367">τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.</l><l n="368">Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων</l><l n="369">ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,</l><l n="370">ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,</l></div></body></text></TEI>