Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον. Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις, Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις. Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην, φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο· ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι, τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην. Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη· τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς, τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος. Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος, ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,