<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="331">φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν</l><l n="332">ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,</l><l n="333">τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.</l><l n="334">Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,</l><l n="335">γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη</l><l n="336">στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν</l><pb n="123"/><l n="337">Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,</l><l n="338">Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.</l><pb n="124"/><l n="339">Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα,</l><l n="340">πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει</l><l n="341">ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο</l><l n="342">ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης·</l><l n="343">ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης</l><l n="344">Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει.</l><l n="345">Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω,</l><l n="346">ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο·</l><l n="347">Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν,</l><l n="348">οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες,</l><l n="349">αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν.</l><l n="350">Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων,</l><l n="351">γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης</l><l n="352">Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει,</l><l n="353">Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων,</l><l n="354">Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην,</l><l n="355">Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων,</l><l n="356">μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον.</l><l n="357">Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον</l><l n="358">ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις,</l><l n="359">Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις.</l><l n="360">Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην,</l></div></body></text></TEI>