<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="323">αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,</l><l n="324">οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,</l><l n="325">οἱ δ᾿  ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς</l><l n="326">Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.</l><l n="327">Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης</l><l n="328">φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ</l><pb n="122"/><l n="329">μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.</l><l n="330">Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·</l><l n="331">φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν</l><l n="332">ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων,</l><l n="333">τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων.</l><l n="334">Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων,</l><l n="335">γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη</l><l n="336">στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν</l><pb n="123"/><l n="337">Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν,</l><l n="338">Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.</l></div></body></text></TEI>