αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες, οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης, οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης. Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν· φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων, τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων. Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων, γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν, Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον.