<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="31">πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,</l><l n="32">πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·</l><l n="33">ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ</l><l n="34">ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,</l><l n="35">αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·</l><l n="36">αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,</l><l n="37">ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·</l><l n="38">ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν</l><l n="39">πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν</l><l n="40">ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.</l><l n="41">Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν,</l><l n="42">τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων.</l><l n="43">Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων</l><pb n="107"/><l n="44">ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας  δὲ μεγίστους·</l><l n="45">ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει,</l><l n="46">συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·</l><l n="47">δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων,</l><l n="48">ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο</l><l n="49">ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,</l><l n="50">ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.</l><l n="51">Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,</l><l n="52">εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων,</l><l n="53">ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·</l><l n="54">ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος,</l><l n="55">Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.</l><l n="56">Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο</l><l n="57">οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν·</l><l n="58">νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας</l><l n="59">ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,</l><l n="60">ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε</l></div></body></text></TEI>