πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν, πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε· ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει, αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν· αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν, ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης· ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν. Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν, τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων. Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους· ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει, συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης· δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων, ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ, ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο. Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω, εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων, ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης· ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος, Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων. Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν· νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν, ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε