<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="307">στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.</l><l n="308">Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·</l><l n="309">ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,</l><pb n="120"/><l n="310">Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿  ἠδ᾿  Ἀγαθυρεὸις</l><l n="311">ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ</l><l n="312">μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,</l><l n="313">ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.</l><l n="314">Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο</l><l n="315">Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.</l><pb n="121"/><l n="316">Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου</l><l n="317">ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ</l><l n="318">μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα</l><l n="319">ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.</l><l n="320">Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·</l><l n="321">πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,</l><l n="322">Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,</l></div></body></text></TEI>