στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης. Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν· ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί, Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου, ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων. Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι. Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις. Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν· πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά, Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,