<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="301">πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.</l><l n="302">Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται</l><l n="303">πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.</l><l n="304">Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,</l><l n="305">Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,</l><l n="306">Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,</l><l n="307">στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης.</l><l n="308">Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν·</l><l n="309">ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί,</l><pb n="120"/><l n="310">Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿  ἠδ᾿  Ἀγαθυρεὸις</l><l n="311">ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ</l><l n="312">μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου,</l><l n="313">ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων.</l><l n="314">Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο</l><l n="315">Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι.</l><pb n="121"/><l n="316">Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου</l><l n="317">ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ</l><l n="318">μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα</l><l n="319">ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις.</l><l n="320">Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν·</l><l n="321">πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά,</l><l n="322">Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων,</l><l n="323">αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες,</l><l n="324">οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης,</l><l n="325">οἱ δ᾿  ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς</l><l n="326">Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης.</l><l n="327">Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης</l><l n="328">φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ</l><pb n="122"/><l n="329">μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος.</l><l n="330">Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·</l></div></body></text></TEI>