πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην. Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης. Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε, Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί, Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν, στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης. Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν· ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί, Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου, ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων. Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι. Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις. Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν· πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά, Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων, αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες, οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης, οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης. Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν·