<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="291">Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα</l><l n="292">κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,</l><l n="293">δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.</l><pb n="118"/><l n="294">Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·</l><l n="295">τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,</l><l n="296">τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου</l><l n="297">ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.</l><l n="298">Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,</l><pb n="119"/><l n="299">Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης</l><l n="300">Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,</l><l n="301">πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην.</l><l n="302">Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται</l><l n="303">πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης.</l><l n="304">Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε,</l><l n="305">Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί,</l><l n="306">Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,</l></div></body></text></TEI>