Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι, δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο. Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης· τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή, τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης. Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος, Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην, πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην. Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης. Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε, Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί, Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν,