<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="275">ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης</l><l n="276">ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ</l><l n="277">σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,</l><l n="278">ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.</l><pb n="117"/><l n="279">Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων</l><l n="280">ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.</l><l n="281">Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται</l><l n="282">ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,</l><l n="283">μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου</l><l n="284">Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ</l><l n="285">λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,</l><l n="286">Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.</l><l n="287">Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.</l><l n="288">Τοῖς δ᾿  ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,</l><l n="289">ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,</l><l n="290">οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα</l></div></body></text></TEI>