<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="271">Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους</l><l n="272">ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,</l><l n="273">οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·</l><l n="274">ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,</l><l n="275">ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης</l><l n="276">ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ</l><l n="277">σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,</l><l n="278">ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.</l><pb n="117"/><l n="279">Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων</l><l n="280">ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.</l><l n="281">Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται</l><l n="282">ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων,</l><l n="283">μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου</l><l n="284">Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ</l><l n="285">λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν,</l><l n="286">Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους.</l><l n="287">Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ.</l><l n="288">Τοῖς δ᾿  ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν,</l><l n="289">ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο,</l><l n="290">οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα</l><l n="291">Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα</l><l n="292">κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι,</l><l n="293">δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.</l><pb n="118"/><l n="294">Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης·</l><l n="295">τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή,</l><l n="296">τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου</l><l n="297">ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης.</l><l n="298">Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος,</l><pb n="119"/><l n="299">Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης</l><l n="300">Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,</l></div></body></text></TEI>