Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει, οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν· ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος, ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν, ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην. Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης. Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων, μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν, Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους. Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ. Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν, ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο, οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι, δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο. Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης· τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή, τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης. Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος, Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην,