<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="241">εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.</l><l n="242">Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,</l><l n="243">εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ</l><l n="244">ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,</l><l n="245">οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,</l><l n="246">τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.</l><l n="247">Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,</l><l n="248">ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,</l><l n="249">Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς</l><l n="250">Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·</l><l n="251">ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,</l><pb n="116"/><l n="252">ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης</l><l n="253">παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.</l><l n="254">Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,</l><l n="255">ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,</l><l n="256">χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου</l><l n="257">νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,</l><l n="258">οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί</l><l n="259">φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.</l><l n="260">Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην</l><l n="261">Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν</l><l n="262">ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι</l><l n="263">ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς</l><l n="264">ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·</l><l n="265">ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·</l><l n="266">οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,</l><l n="267">οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.</l><l n="268">ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.</l><l n="269">Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται</l><l n="270">εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.</l></div></body></text></TEI>