εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα. Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν, εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης, οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν, τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν, ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν, Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ· ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν, ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης. Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον, ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον, χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι, οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης. Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ· ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν· οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας, οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης. ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον. Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.