<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="211">Ἀσβύσται δʼ ἰπὶ τοῖσι μεσήπειροι τελέθουσιν</l><pb n="114"/><l n="212">καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὑπὸ πολλῇ,</l><l n="213">Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων γένος ἀνδρῶν·</l><l n="214">ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο,</l><l n="215">Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες.</l><l n="216">Ἑξείης δʼ ἐπὶ τοῖσι Φαρούσιοι, ὧν ὑπὲρ αἶαν</l><l n="217">ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι</l><l n="218">βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες,</l><l n="219">αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης.</l><l n="220">Τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι,</l><l n="221">ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου,</l><l n="222">ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων,</l><l n="223">Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης</l><l n="224">ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο.</l><pb n="115"/><l n="225">Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,</l><l n="226">ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="227">ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.</l><l n="228">Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,</l><l n="229">οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·</l><l n="230">ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,</l><l n="231">ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.</l><l n="232">Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,</l><l n="233">οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους,</l><l n="234">πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου,</l><l n="235">καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,</l><l n="236">πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,</l><l n="237">θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.</l><l n="238">Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης</l><l n="239">καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·</l><l n="240">οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων</l></div></body></text></TEI>