παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην· ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται, τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν· ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα, ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης. Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην, μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην. Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου, κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης, οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων· ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται, νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο. Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον, Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων, Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι. Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη, ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν· ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης, ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν. Τάων δʼ ἀμφοτέρων μεσάτη πόλις ἐστηρικται, ἥν ῥά τε κικλήσκουσι Νέην πόλιν· ἧς ὑπὲρ αἶαν Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσύς. Κεῖνον δ᾿ αὖ περὶ χῶρον ἐρημωθέντα μέλαθρα ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων, οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή.