<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="121">ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·</l><l n="122">τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.</l><l n="123">Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,</l><l n="124">νωθὴς τῷ δ᾿  ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη</l><l n="125">ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,</l><l n="126">νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.</l><l n="127">Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,</l><l n="128">ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·</l><l n="129">σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.</l><l n="130">Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους</l><l n="131">Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα</l><l n="132">ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·</l><l n="133">οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,</l><l n="134">ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·</l><l n="135">οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,</l><l n="136">Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών,</l><l n="137">συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.</l><l n="138">Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης</l><l n="139">πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.</l><l n="140">Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ</l><pb n="111"/><l n="141">Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.</l><l n="142">Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς</l><l n="143">τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,</l><l n="144">Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας</l><l n="145">πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.</l><l n="146">Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος</l><l n="147">πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.</l><l n="148">Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,</l><l n="149">αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·</l><l n="150">μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,</l></div></body></text></TEI>