ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης· τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην. Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων, νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος, νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν. Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται, ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων· σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην. Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν· οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει, ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης· οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν, Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών, συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης. Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός. Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα. Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης, Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι. Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων. Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι, αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι· μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,