<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1171">καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης·</l><l n="1172">αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο,</l><l n="1173">ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ</l><l n="1174">μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης.</l><l n="1175">Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη</l><l n="1176">ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται,</l><l n="1177">ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν·</l><l n="1178">ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου,</l><l n="1179">ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς.</l><l n="1180">Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται.</l><l n="1181">Ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε, νῆσοι,</l><l n="1182">ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου</l><l n="1183">καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα.</l><l n="1184">Ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης,</l><l n="1185">ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων</l><l n="1186">αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.</l></div></body></text></TEI>