καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης· αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο, ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης. Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται, ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν· ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου, ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς. Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται. Ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε, νῆσοι, ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα. Ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης, ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.