Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο, ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν. Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον, κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα. Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν, ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο. Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης, καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο. Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν· ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται. Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,