<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1141">τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες,</l><l n="1142">Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα</l><pb n="174"/><l n="1143">Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες</l><l n="1144">Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην</l><l n="1145">δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,</l><pb n="175"/><l n="1146">λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο</l><l n="1147">ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,</l><l n="1148">πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης.</l><l n="1149">Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿  Ὠκεανὸν βαθυδίνην,</l><l n="1150">ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·</l><l n="1151">τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.</l><l n="1152">Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην</l><l n="1153">χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος</l><l n="1154">θυμαίνων ἐπάτησεν, ὅτ᾿  ἠλλάσσοντο μὲν ἁβραὶ</l><l n="1155">Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον</l><pb n="176"/><l n="1156">θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων</l><l n="1157">ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο,</l><l n="1158">ἦμος ὅτ᾿  ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν.</l><l n="1159">Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον,</l><l n="1160">κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα.</l><l n="1161">Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν,</l><l n="1162">ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν</l><l n="1163">ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο.</l><l n="1164">Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης,</l><l n="1165">καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο.</l><l n="1166">Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν·</l><l n="1167">ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται</l><l n="1168">μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι</l><l n="1169">θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται.</l><l n="1170">Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,</l></div></body></text></TEI>