τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες, Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος, λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην, πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης. Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην, ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν· τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν. Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο, ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν. Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον, κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα. Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν, ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο. Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης, καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο. Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν· ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται. Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο,