<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1139">συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης.</l><l n="1140">Τοῖς δ᾿  ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης·</l><l n="1141">τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες,</l><l n="1142">Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα</l><pb n="174"/><l n="1143">Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες</l><l n="1144">Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην</l><l n="1145">δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος,</l><pb n="175"/><l n="1146">λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο</l><l n="1147">ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην,</l><l n="1148">πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης.</l><l n="1149">Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿  Ὠκεανὸν βαθυδίνην,</l><l n="1150">ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν·</l><l n="1151">τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν.</l><l n="1152">Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην</l><l n="1153">χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος</l><l n="1154">θυμαίνων ἐπάτησεν, ὅτ᾿  ἠλλάσσοντο μὲν ἁβραὶ</l></div></body></text></TEI>