συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης. Τοῖς δ᾿ ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης· τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες, Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος, λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην, πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης. Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην, ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν· τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν. Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ