<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1123">παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει,</l><l n="1124">ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.</l><l n="1125">Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις·</l><l n="1126">ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε</l><l n="1127">ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο.</l><l n="1128">Φράζεο δ᾿ , ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι</l><pb n="173"/><l n="1129">οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης.</l><l n="1130">Ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε</l><l n="1131">πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου·</l><l n="1132">ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς</l><l n="1133">γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς,</l><l n="1134">Γάγγης δʼ εἰς αὐγὰς,ὁ δὲ Καύκασος ἐς πόλον ἄρκτων.</l><l n="1135">Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,</l><l n="1136">οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς</l><l n="1137">κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ</l><l n="1138">Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην</l></div></body></text></TEI>