<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1091">ἀρξάμενος τὰ πρῶτʼ ἀπὸ Καυκάσου ἠνεμόεντος.</l><l n="1092">Δισσὰ δέ οἱ στόματ᾿ ἐστίμέσην δ᾿ ἐπιδέδρομε νῆσον,</l><l n="1093">νῆσον, τὴν καλέουσιν ἐπυχθόνιοι Παταληνήν.</l><l n="1094">Κεῖνός τοι πολέων ἀποτέμνεται ἔθνεα φωτῶν·</l><l n="1095">ἤτοι μὲν δύνοντος ἐπὶ κλίσιν ἠελίοιο</l><l n="1096">Ὠρείτας τʼ Ἄριβάς τε λινοχλαίνους τʼ Ἀραχώτας,</l><l n="1097">Σατραΐδας θʼ,δσσους τε παρὰ πτυχὶ Παρνησοῖο,</l><l n="1098">ξυνῆ ὁμῶς μάλα πάντας ἐπωνυμίην Ἀριηνούς,</l><l n="1099">οὐ χθόνα ναιετάοντας ἐπήρατον, ἀλλ᾿  ὑπὸ λεπτῇ</l><l n="1100">ψάμμῳ πεπληθυῖαν ἰδὲ ῥώπεσσι δασεῖαν·</l><pb n="172"/><l n="1101">ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι</l><l n="1102">ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·</l><l n="1103">πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,</l><l n="1104">πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι</l><l n="1105">χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,</l><l n="1106">τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.</l></div></body></text></TEI>