<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1075">Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην,</l><pb n="171"/><l n="1076">κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης</l><l n="1077">χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι. </l><l n="1078">Αἰεὶ δ᾿  αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο</l><l n="1079">καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν.</l><l n="1080">Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης</l><l n="1081">ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο.</l><l n="1082">Ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο</l><l n="1083">Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι,</l><l n="1084">Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες,</l><l n="1085">οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται.</l><l n="1086">Τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα,</l><l n="1087">γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς</l><l n="1088">Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν,</l><l n="1089">ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης,</l><l n="1090">λαβρότατον ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων,</l></div></body></text></TEI>